Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 7.85.2 Hdt. 7.88.1 (English) >>Hdt. 7.89.2

7.86.2 Λίβυες δὲ καὶ αὐτοὶ κατά περ ἐν τῷ πεζῷ· ἤλαυνον δὲ καὶ οὗτοι πάντες ἅρματα. ὣς δʼ αὕτως Κάσπιοι καὶ Παρικάνιοι ἐσεσάχατο ὁμοίως καὶ ἐν τῷ πεζῷ. Ἀράβιοι δὲ σκευὴν μὲν εἶχον τὴν αὐτὴν καὶ ἐν τῷ πεζῷ, ἤλαυνον δὲ πάντες καμήλους ταχυτῆτα οὐ λειπομένας ἵππων.

ch. 87 7.87.1 ταῦτα τὰ ἔθνεα μοῦνα ἱππεύει. ἀριθμὸς δὲ τῆς ἵππου ἐγένετο ὀκτὼ μυριάδες, πάρεξ τῶν καμήλων καὶ τῶν ἁρμάτων. οἱ μέν νυν ἄλλοι ἱππέες ἐτετάχατο κατὰ τέλεα, Ἀράβιοι δὲ ἔσχατοι ἐπετετάχατο· ἅτε γὰρ τῶν ἵππων οὔτι ἀνεχομένων τὰς καμήλους, ὕστεροι ἐτετάχατο, ἵνα μὴ φοβέοιτο τὸ ἱππικόν.

ch. 88 7.88.1 ἵππαρχοι δὲ ἦσαν Ἁρμαμίθρης τε καὶ Τίθαιος Δάτιος παῖδες. δὲ τρίτος σφι συνίππαρχος Φαρνούχης κατελέλειπτο ἐν Σάρδισι νοσέων. ὡς γὰρ ὁρμῶντο ἐκ Σαρδίων, ἐπὶ συμφορὴν περιέπεσε ἀνεθέλητον· ἐλαύνοντι γάρ οἱ ὑπὸ τοὺς πόδας τοῦ ἵππου ὑπέδραμε κύων, καὶ ἵππος οὐ προϊδὼν ἐφοβήθη τε καὶ στὰς ὀρθὸς ἀπεσείσατο τὸν Φαρνούχεα, πεσὼν δὲ αἷμά τε ἤμεε καὶ ἐς φθίσιν περιῆλθε νοῦσος. 7.88.2 τὸν δὲ ἵππον αὐτίκα κατʼ ἀρχὰς ἐποίησαν ὡς ἐκέλευε· ἀπαγαγόντες οἱ οἰκέται ἐς τὸν χῶρον ἐν τῷ περ κατέβαλε τὸν δεσπότην, ἐν τοῖσι γούνασι ἀπέταμον τὰ σκέλεα. Φαρνούχης μὲν οὕτω παρελύθη τῆς ἡγεμονίης.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 7.85.2 Hdt. 7.88.1 (English) >>Hdt. 7.89.2

Powered by PhiloLogic